Δευτέρα 22 Ιουλίου 2024

ΕΟΡΤΗ ΑΓΙΟΥ ΕΥΓΕΝΙΟΥ

 Τῇ Κυριακῇ, 24ῃ τοῦ Ἰουνίου, μνήμη τοῦ γενεσίου τοῦ Τιμίου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Ὁ Ἱ.Ν. τοῦ Ἁγίου Εὐγενίου του Τραπεζουντίου ἐπετέλεσεν τὴν τρίτην αὐτοῦ πανήγυριν, ἤγουν τὴν γενέθλιον ἡμέραν τοῦ Ἁγίου, κατὰ πεφημισμένην ἐμφάνισιν καὶ παραγγελίαν αὐτοῦ, μετὰ τὸ μαρτύριον.

Τὸ ἑσπέρας τοῦ Σαββάτου, ἐχοροστάτησεν εἰς τὸν μεγάλον καὶ πανηγυρικὸν ἑσπερινόν καὶ τὴν λιτάνευσιν τῆς ἐφεστίου εἰκόνος τοῦ Ἁγίου, ὁ Θεοφιλέστατος Ἐπίσκοπος Κυκλάδων κ. Σάββας.

Τὴν δὲ πρωΐαν, ἡγεῖτο τῆς Θείας Εὐχαριστίας ὁ Μακαριώτατος Ἀρχιεπίσκοπος Ἀθηνῶν, κ.κ. Μακάριος, συμμετεχόντων τοῦ ὁσιολογιωτάτου Ἱερομονάχου Βασιλείου, τοῦ αἰδεσιμωτάτου Πρεσβυτέρου Νικολάου, καὶ τῶν εὐλαβεστάτων ἱεροδιακόνων Ἱερωνύμου καὶ Ἰακώβου, ᾄδοντος χοροῦ ὑπὸ τὸν μουσικολογιώτατον κ. Στυλιανὸν Μακρῆν. Τὴν διακονίαν τοῦ κηρύγματος ἀνέλαβεν ὁ π. Βασίλειος.







ΠΑΝΗΓΥΡΗ ΑΓΙΑΣ ΖΩΝΗΣ