Τῇ Παρασκευῇ, 26ῃ τοῦ Ὀκτωβρίου, ἐπὶ τῇ μνήμῃ τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, λαμπρῶς ἠ περιώνυμος Μητρόπολις τῆς Θεσσαλονίκης, ἧς τυγχάνει Πολιοῦχος, ἐτέλεσεν τὴν αὐτοῦ πανήγυριν.
Τῆς πανηγυρικῆς Εὐχαριστιακῆς Συνάξεως προεξῆρχεν ὁ Μακαριώτατος Ἀρχιεπίσκοπος Ἀθηνῶν, κ.κ. Μακάριος. Τὸ Θυσιαστήριον ἐκύκλωσαν ὁ Παναγιώτατος Μητροπολίτης Θεσσαλονίκης κ. Εὐθύμιος, ὁ Σεβασμιώτατος Μητροπολίτης Γερμανίας κ. Μωϋσῆς, ὁ ὁσιώτατος ἱερομόναχος Ἰησοῦς, ὁ αἰδεσμώτατος πρεσβύτερος Σάββας καὶ ὁ εὐλαβέστατος ἱεροδιάκονος Ἰάκωβος, ψάλλοντος χοροῦ ὐπὸ τοὺς μουσικολογιωτάτους κους. Κωνσταντῖνον Κατσίκην καὶ Κωνσταντῖνον Μητράκον.
Συγχρόνως ἐν Λαμίᾳ, εἰς τὸν ὁμώνυμον Ἱ. ναὸν εἰς Πουγκάκια Γαρδικίου, ὁ Σεβασμιώτατος Μητροπολίτης Φθιώτιδος καὶ Θαυμακοῦ κ. Γερόντιος, μετὰ τοῦ Πανοσιολογιωτάτου Ἀρχιμανδρίτου Ἰωαννικίου, ἀπέδωκαν τὰς πρεποῦσας τιμὰς εἰς τὸν Ἅγιον, συμμετέχοντος τοῦ πιστοῦ λαοῦ τῆς Μητροπόλεως.