Δευτέρα 30 Δεκεμβρίου 2024

ΠΑΝΗΓΥΡΙΣ ΑΓΙΟΥ ΣΠΥΡΙΔΩΝΟΣ

Τῇ Τετάρτῃ, 12ῃ τοῦ Δεκεμβρίου, ἐπανηγύρισεν ἐν Λαμίᾳ, πανδήμως ὁ Ἱερός καθεδρικός ναός τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Σπυρίδωνος, ἐπισκόπου Τριμυθοῦντος. Τὸ ἑσπέρας τῆς προηγουμένης, ἐτελέσθη ὁ πανηγυρικός ἑσπερινός, χοροστατοῦντος τοῦ Θεοφιλεστάτου Ἐπισκόπου Καισαρείας κ. Τιμοθέου. Τὸ δέ πρωΐ, προεξῆρχεν τῆς πανηγυρικῆς Θείας Λειτουργίας ὁ Μακαριώτατος Ἀρχιεπίσκοπος Ἀθηνῶν κ.κ. Μακάριος, μετεχόντων τῶν 
Σεβασμιωτάτων μητροπολιτῶν Θεσσαλονίκης κ. Εὐθυμίου, Φθιώτιδος καὶ Θαυμακοῦ κ. Γεροντίου, τῶν Θεοφιλεστάτων ἐπισκόπων Περιστερᾶς κ. Μακαρίου, Καισαρείας κ. Τιμοθέου καὶ Πέτρας κ. Δαυΐδ, τῶν Πανοσιολογιωτάτων ἀρχιμανδριτῶν Ἰωαννικίου καὶ Πέτρου καὶ τῶν Εὐλαβεστάτων ἱεροδιακόνων Ἱερωνύμου καὶ Ἰακώβου, ψάλλοντος χοροῦ  τῶν  καλλικελάδων ψαλτῶν τῆς Μητροπόλεως. Τὸν πανηγυρικόν λόγον ἐκήρυξεν ὁ Θεοφιλέστατος κ. Δαυΐδ.