Δευτέρα 31 Οκτωβρίου 2022

Ὅσιος Μάξιμος ὁ Ὁμολογητής - Νόησίς ἐστιν ὁ Θεός

Ἐκ τῶν κεφαλαίων τῆς Θεολογίας, 1.82

πᾶσα νόησις, πλήθους· ἢ τουλάχιστον, δυάδος πάντως ἔμφασιν ἔχει. Μέση γάρ ἐστι τινῶν ἀκροτήτων σχέσις, ἀλλήλοις συνάπτουσα τό τε νοοῦν καὶ τὸ νοούμενον. Οὐδέτερον δὲ διόλου τὴν ἁπλότητα πέφυκε σώζειν. Τό τε γὰρ νοοῦν, ὑποκείμενόν τί ἐστι, πάντως συνεπινοουμένην αὐτῷ τὴν τοῦ νοεῖν ἔχον δύναμιν. Καὶ τὸ νοούμενον ὑποκείμενόν τι πάντως ἐστίν, ἢ ἐν ὑποκειμένῳ· συνεπινοουμένην αὐτῷ τὴν τοῦ νοεῖσθαι δύναμιν ἔχον· ἢ προϋποκειμένην τήν, οὗ ἐστι δύναμις, οὐσίαν. Οὐ γάρ τι τῶν ὄντων τὸ σύνολον αὐτὸ καθ᾿ αὑτὸ ἁπλῆ τις οὐσία ἢ νόησίς ἐστιν, ἵνα καὶ μονὰς ἀδιαίρετος. Τὸν δὲ Θεόν, εἴτε οὐσίαν εἴπωμεν, οὐκ ἔχει φυσικῶς συνεπινοουμένην αὐτῷ τὴν τοῦ νοεῖσθαι δύναμιν, ἵνα μὴ σύνθετος· εἴτε νόησιν, οὐκ ἔχει φυσικῶς δεκτικὴν τῆς νοήσεως ὑποκειμένην οὐσίαν· ἀλλ᾿ αὐτὸς κατ᾿ οὐσίαν νόησίς ἐστιν ὁ Θεός· καὶ ὅλος νόησις καὶ μόνον· καὶ αὐτὸς κατὰ τὴν νόησιν οὐσία καὶ ὅλος οὐσία καὶ μόνον· καὶ ὑπὲρ οὐσίαν ὅλος καὶ ὑπὲρ νόησιν ὅλος, διότι καὶ μονὰς ἀδιαίρετος καὶ ἀμερὴς καὶ ἁπλῆ. Ὁ τοίνυν καθ᾿ ὁτιοῦν νόησιν ἔχων, οὔπω τῆς δυάδος ἐξῆλθεν· ὁ δὲ ταύτην πάμπαν ἀπολιπών, γέγονε ποσῶς ἐν τῇ μονάδι, τὴν τοῦ νοεῖν ὑπεροχικῶς ἀποθέμενος δύναμιν.

2025 ΗΜΕΡΟΛΟΓΙΟ

 Κυκλοφόρησαν τα ημερολόγια του έτους 2025 (τσέπης και τοίχου) της Ιεράς Συνόδου.   1) -Επιτοίχιο μηνιαίο ημερολόγιο με νηστειοδρόμιο και σύ...